.
. .
] ̣ο ̣[
] ̣ υχ̣
̣̣̣ ̣ [
]
νῦν θ̣αλ[ί]α̣ π̣α̣[ρέστω
]
̣ ν̣έρθε δὲ γᾶς περ̣[ίσχ]ο̣ι̣
κλέος μέγα Μοίσει]ο̣ν
ἔχο̣ι̣σαν γέρας ὠς̣ [ἔ]ο̣ι̣κε̣ν,̣
πάνται
δέ με θαυμά]ζοιεν, ὠς νῦν ἐπὶ γᾶς ἔοισαν
κάλεισι χελίδω]
λιγύ̣ραν, [α]ἴ̣ κεν ἔλοισα πᾶκτιν
ἢ
βάρβιτον ἢ τάνδε χε]λύ̣ν̣ν̣αν̣
θ̣αλάμοισ' ἀείδω.
[ὔμμες
πεδὰ Μοίσαν
ἰ]ο̣κ[ό]λ̣πων κάλα
δῶρα
παῖδες,
[σπουδάσδετε
καὶ τὰ]ν̣
φιλάοιδον
λιγύραν
χελύνναν·
[ἔμοι
δ' ἄπαλον πρίν]
π̣οτ̣’ [ἔ]ο̣ντα
χρόα γῆρας ἤδη
[ἐπέλλαβε,
λεῦκαι δ' ἐγ]ένοντο
τρίχες ἐκ
μελαίναν·
Col. 2
βάρυς δε μ’ ὀ [θ]ῦμο̣ς̣
πεπόητα̣ι,
γόνα δ' [ο]ὐ φέροισι,
τὰ δή ποτα λαίψηρ’ ἔον ὄρχησθ' ἴσα νεβρίοισιν.
τὰ <μὲν> στεναχίσδω θαμέως· ἀλ̣λὰ τί κεν ποείην;
ἀγηραον ἄνθρωπον ἔοντ’ οὐ δύνατον γένεσθαι.
καὶ γάρ π̣[ο]τ̣α̣ Τίθωνον ἔφαντο βροδόπαχυν Αὔων
ἔρωι φ··α̣θ̣ε̣ισαν βάμεν’ εἰς ἔσχατα γᾶς φέροισα[ν,
ἔοντα̣ [κ]ά̣λ̣ο̣ν καὶ νέον, ἀλλ’ αὖτο̣ν ὔμως ἔμαρψε
χρόνωι π̣ο̣λ̣ι̣ο̣ν̣ γῆρας, ἔχ[ο]ν̣τ̣’ ἀθανάταν ἄκοιτιν.
[θάνοισαν ἄοιδον τὸ πὰν οὐδεὶς φθ]ι̣μέναν νομίσδει
[ἄλλοισι τύχην ὄσσα θέλωσι Κρονίδ]αις ὀπάσδοι
[ἔγω δὲ φίλημμ' ἀβροσύναν,] τοῦτο καί μοι
τὸ λά[μπρον ἔρος τὠελίω καὶ τὸ κά]λον λέ[λ]ογχε.