Sarapiéion de Délos
Serapii Delii Historia (Délos, env. 200 av. J.-C.)
Éd.
IG XI 4, 1299 - Sylloge3 663 - SEG 13, 1956, 428.Voir :
Ph. Bruneau, BCH Suppl. I (1973) 116-136.ὁ
ἱερεὺς Ἀπολλώνιος ἀνέγραψεν κατὰ πρόσταγμα τοῦ θεοῦ· ὁ γὰρ πάππος ἡμῶν Ἀπολλώνιος, ὢν Αἰγύπτιος ἐκ τῶν ἱερέων, 4 τὸν θεὸν ἔχων παρεγένετο ἐξ Αἰγύπτου θεραπεύων τε διετέλει καθῶς πάτριον ἦν ζῶσαί τε δοκεῖ ἔτη ἐνενήκοντα καὶ ἑπτά. διαδεξαμένου δὲ τοῦ πατρός μου Δημη- 8 τρίου ἀκολούθως τε θεραπεύοντος τοὺς θ̣ε[ο]ύς, διὰ δὲ τὴν εὐσέβειαν ἐστεφανώθη ὑπὸ τοῦ θεοῦ εἰκόνι χαλκεῖ ἣ ἀνάκειται ἐν τῶι ναῶι τοῦ θεοῦ· ἔτη δὲ ἐβίωσεν ἑξήκοντα καὶ ἕν. 12 παραλαβόντος δέ μου τὰ ἱερὰ καὶ προσκαθη- μένου ταῖς θεραπείαις ἐπιμελῶς, ὁ θεός μοι ἐχρη- μάτισεν κατὰ τὸν ὕπνον ὅτι Σαραπιεῖον δεῖ αὐτῶι ἀναδειχθῆναι ἴδιον καὶ μὴ εἶναι ἐν μισ- 16 θωτοῖς καθὼς πρότερον, εὑρήσειν τε τόπον αὐτὸς οὗ δεῖ ἑδρασθῆναι σημανεῖν τε τὸν τόπον. ὃ καὶ ἐγένετο. ὁ γὰρ τόπος οὗτος ἦν κόπρου μεστὸς ὃς προεγέγραπτο πω- 20 λούμενος ἐν βιβλιδίωι ἐν τεῖ διόδωι τῆς ἀγορᾶς· τοῦ δὲ θεοῦ βουλομένου συνετελέ- σθη ἡ ὠνὴ κατεσσκευάσθη τε τὸ ἱρὸν συντόμως ἐν μησὶν ἕξ. ἀνθρώπων δέ τινων ἐπισυνστάντων 24 ἡμῖν τε καὶ τῶι θεῶι καὶ ἐπενενκάντων κρίσιν κατὰ τοῦ ἱεροῦ καὶ ἐμοῦ δημοσίαν, τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἐπην- γείλατο δ' ἐμοὶ ὁ θεὸς κατὰ τὸν ὕπνον ὅτι νικήσομεν. τοῦ δ' ἀγῶνος συντελεσθέντος καὶ νικησάντων ἡμῶν 28 ἀξίως τοῦ θεοῦ, ἐπαινοῦμεν τοὺς θεοὺς ἀξίαν χάριν ἀποδιδόντες. γράφει δὲ καὶ Μαιΐστας ὑπὲρ τοῦ ἱεροῦ εἰς τὴν ὑπόθεσιν ταύτην. |
Le
prêtre
Apollonios a fait graver ceci par ordre du dieu. (suit un hymne de 65 vers en hexamètres) |
| retour |